Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.91 Joseph. AJ 8.95 (English) >>Joseph. AJ 8.99

8.93στολὰς δὲ ἱερατικὰς τοῖς ἀρχιερεῦσι σὺν ποδήρεσιν ἐπωμίσι καὶ λογίῳ καὶ λίθοις χιλίας· δὲ στεφάνη, εἰς ἣν τὸν θεὸν Μωυσῆς ἔγραψε, μία ἦν καὶ διέμεινεν ἄχρι τῆσδε τῆς ἡμέρας· τὰς δὲ ἱερατικὰς στολὰς ἐκ βύσσου κατεσκεύασε καὶ ζώνας πορφυρᾶς εἰς ἕκαστον μυρίας. 8.94καὶ σαλπίγγων κατὰ Μωυσέος ἐντολὴν μυριάδας εἴκοσι, καὶ στολῶν τοῖς ὑμνῳδοῖς Ληουιτῶν ἐκ βύσσου μυριάδας εἴκοσι· καὶ τὰ ὄργανα τὰ μουσικὰ καὶ πρὸς τὴν ὑμνῳδίαν ἐξηυρημένα, καλεῖται νάβλας καὶ κινύρας, ἐξ ἠλέκτρου κατεσκεύασε τετρακισμύρια. 8.95

Ταῦτα πάντα Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ ναοῦ κόσμον χρησάμενος, καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. περιέβαλε δὲ τοῦ ναοῦ κύκλῳ γείσιον μὲν κατὰ τὴν ἐπιχώριον γλῶτταν τριγχὸν δὲ παρʼ Ἕλλησι λεγόμενον εἰς τρεῖς πήχεις ἀναγαγὼν τὸ ὕψος, εἴρξοντα μὲν τοὺς πολλοὺς τῆς εἰς τὸ ἱερὸν εἰσόδου, μόνοις δὲ ἀνειμένην αὐτὴν τοῖς ἱερεῦσι σημανοῦντα. 8.96τούτου δʼ ἔξωθεν ἱερὸν ᾠκοδόμησεν· ἐν τετραγώνου σχήματι στοὰς ἐγείρας μεγάλας καὶ πλατείας καὶ πύλαις ὑψηλαῖς ἀνεῳγμένας, ὧν ἑκάστη πρὸς ἕκαστον τῶν ἀνέμων τέτραπτο χρυσέαις κλειομένη θύραις. εἰς τοῦτο τοῦ λαοῦ πάντες οἱ διαφέροντες ἁγνείᾳ καὶ παρατηρήσει τῶν νομίμων εἰσῄεσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.91 Joseph. AJ 8.95 (English) >>Joseph. AJ 8.99

Powered by PhiloLogic